Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ τῆς ἀναιρέσεως Κώνσταντος τοῦ Καίσαρος, καὶ τῶν ἐν Ῥώμῃ συμβάντων.

ΚΑΙ τὰ μὲν ὧδε συνέβη. Τετάρτῳ δὲ ἔτει τῆς ἐν Σαρδοῖ συνόδου, κτίννυται Κώνστας περὶ τοὺς πρὸς δύσιν Γαλάτας. Μαγνέντιος δὲ, ὃς αὐτῷ τὸν φόνον ἐπεβούλευσε, πᾶσαν τὴν ὑπὸ Κώνσταντος ἀρχομένην, ὑφ̓ ἑαυτὸν ἐποίησε. Βρετανίων δὲ τὶς ὑπὸ τῶν Ἰλλυριῶν

314
στρατιωτῶν ἐν τῷ Σιρμίῳ βασιλεὺς ἀνηγορεύθη.

Πλεῖστον δὲ τούτων τῶν κακῶν μέρος καὶ ἡ πρεσβυτέρα Ῥώμη μετεῖχε, Νεποτιανοῦ, ὃς ἀδελφιδοῦς ἦν καὶ Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοὺς μονομάχους περὶ ἑαυτὸν ποιησαμένου, καὶ τῆς βασιλείας ἀμφισβητοῦντος. Ἀλλ̓ ὁ μὲν ὑπὸ τῶν Μαγνεντίου στρατιωτῶν ἀνῃρέθη. Κωνστάντιος δὲ, ὡς εἰς μόνον αὐτὸν τῆς πάσης ἀρχῆς περιελθούσης, αὐτοκράτωρ ἀναγορευθεὶς,

τοὺς τυράννους καθελεῖν ἐσπούδαζεν. Ἐν τούτῳ δὲ Ἀθανάσιος παρεγένετο εἰς Ἀλεξάνδρειαν, καὶ σύνοδον γενέσθαι παρεσκεύασε τῶν ἐξ Αἰγύπτου ἐπισκόπων, καὶ ἐπιψηφίσασθαι τοῖς ἐν Σαρδοῖ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δεδογμένοις.