Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ Ἀλεξάνδρου τετελευτηκότος, διεδέξατο Παῦλος τὴν τῆς Κωνσταντινουπόλεως ἀρχιερωσύνην: ὡς μὲν λέγουσιν οἱ τὰ Ἀρείου καὶ Μακεδονίου φρονοῦντες, ἑαυτῷ ταύτην πραγματευσάμενος, παρὰ γνώμην Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου,

καὶ Θεοδώρου τοῦ ἐν Θρᾴκῃ Ἡρακλείας, οἷς ὡς γείτοσιν ἡ χειροτονία διέφερεν. Ὡς δὲ πολὺς ἔχει λόγος, μαρτυρίᾳ Ἀλεξάνδρου ὃν διεδέξατο, ἐχειροτονήθη παρὰ τῶν ἐνδημούντων τῇ πόλει ἐπισκόπων. Ἤδη γὰρ ὀκτὼ καὶ ἐνενήκοντα ἄγων ἐνιαυτοὺς ὁ Ἀλέξανδρος, ἐκ τούτων δὲ εἴκοσι τρεῖς ἐν τῇ ἐπισκοπῇ ἀνδρείως διαγενόμενος, ἐπειδὴ τελευτᾷν ἔμελλε, πυνθανομένων αὐτοῦ τῶν κληρικῶν, τίνι μετ̓ αὐτὸν ἐπιτρεπτέον τὴν ἐκκλησίαν, Εἰ μὲν ἀγαθὸν τὰ θεῖα, διδακτικόν τε ἅμα ἐπιζητεῖτε, ἔφη, Παῦλον ἔχετε: εἰ δὲ πρὸς τὰ ἔξω πράγματα καὶ τὰς συνουσίας τῶν

232

ἀρχόντων, ἀμείνων Μακεδόνιος. Ἀλλ̓ ἑκάτερον μεμαρτυρῆσθαι παρὰ Ἀλεξάνδρου, καὶ οἱ Μακεδονίου ἐπαινέται συνομολογοῦσι: περὶ δὲ τὰ πράγματα καὶ λόγους δεινὸν γεγενῆσθαι λέγουσι τὸν Παῦλον: τὴν δὲ περὶ τοῦ βίου μαρτυρίαν Μακεδονίῳ ἀνατιθέασι: Παῦλον δὲ περὶ τρυφὴν καὶ βίον ἀδιάφορον ἐσχολακέναι διαβάλλουσι.

Φαίνεται γοῦν ἐκ τῆς τούτων ὁμολογίας, ἐλλόγιμον ἄνδρα γεγενῆσθαι τὸν Παῦλον, καὶ ἐπὶ ἐκκλησίας διδάξαι λαμπρόν: πρὸς δὲ τὰς περιπετείας τοῦ βίου, καὶ τὰς ὁμιλίας τῶν ἐν δυνάμει, φαύλως αὐτὸν ἐσχηκέναι μαρτυρεῖ τὰ πράγματα: οὐδεμίαν γὰρ ἐπιβουλὴν τῶν ἐπαναστάντων αὐτῷ, ὡς εἰκὸς τοὺς περὶ ταῦτα δεινοὺς, διέλυσεν.

Ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὑπερφυῶς φιλούμενος, κακῶς ἔπαθε, σκαιωρίᾳ τῶν τότε ἀναινομένων τὸ κατὰ τὴν ἐν Νικαίᾳ κρατῆσαν δόγμα. Καὶ τὰ μὲν πρῶτα, ὡς μὴ εὖ βεβιωκὼς, γραφὴν ὑπομείνας, ἐξεβλήθη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως: τελευτῶν δὲ καὶ ὑπερορίαν

233
οἰκεῖν κατεδικάσθη, εἰ καὶ τεθνάναι ἐλεεινῶς δἰ ἀγχόνης λέγεται, μηχανησαμένων αὐτῷ φόνον τῶν ἐπιβούλων. Ἀλλὰ τάδε μὲν ὕστερον συνέβη.