Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν, ἢ καὶ αὐτὸς Ἀθανάσιος, κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως.

Τὸν δὲ αἱρετικὸν Ἄρειον, καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ, τοὺς λέγοντας, ἦν ποτὲ ὅτε

311
οὐκ ἦν ὁ υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν Θεὸν εἶναι καὶ Υἱὸν Θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν: ταῦτα δὲ τῇ χειρὶ αὐτῶν γράψαντες, ὁμολογοῦμεν πάλιν ὅτι τὴν Ἀρειανικὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα.

Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. Ὡσαύτως δὲ καὶ Οὐάλης.

Καὶ ἃ μὲν πρὸς Ἰούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. Ἃ δὲ καὶ πρὸς Ἀθανάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι. Ἔχει δὲ ὧδε.