Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς, ἐπὶ τοιαύτην προῆχθαι ψῆφον: πρῶτον μὲν ὅσον χαλεπαίνοντες,

193
καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ, συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους, οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν, καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας.

Πλειόνων δὲ συνελθόντων εἰς Τύρον, ἅμα πλήθει ἀφίκετο, καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ: πῆ μὲν τὰς ἀπολογίας ἀποκρουόμενος, πῆ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων: ἄλλοτε δὲ καλούμενος ὑπ̓ αὐτῶν, μὴ ὑπακούων: ποτὲ δὲ κρίνεσθαι μὴ ἀξιῶν.

Περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ, κατήγγελλον, μάρτυρας ἐπὶ τοῦτο προϊσχόμενοι, Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον, καὶ Μάριν τὸν Χαλκηδόνος, καὶ Θεόδωρον τὸν Ἡρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον: οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην ἔνθα συντετρίφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. Τοιαῦτα ἔγραψαν, καθ̓ ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι, καὶ οἷον

194
ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες.

Οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν, καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. Λέγεται οὖν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς, ἐξαναστῆσαι Μάξιμον τὸν Ἱεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων, ὁμολογητὰς αὐτοὺς ὄντας, καὶ δἰ εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους, καὶ τὰς ἀγκύλας πεπηρωμένους.