Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, Ἰούλιος μὲν, Μάρκου μετὰ Σίλβεστρον ἐπ̓ ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν Ῥώμῃ διεῖπε θρόνον. Μάξιμος δὲ μετὰ Μακάριον τὸν Ἱεροσολύμων. Τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν Διοσπόλει ἐκκλησίας: ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν Ἱεροσολύμοις κατοικούντων: ὁμολογητὴς γὰρ ὢν, καὶ ἄλλως ἀγαθὸς, τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν τοῦ Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε ἐπισκοπήν.

Ἐπεὶ δὲ χαλεπῶς τὸ πλῆθος ἔφερεν, οὗ τῆς ἀρετῆς ἐπειράθη ἀποστερούμενον, καὶ στάσις ἠπειλεῖτο, ἔδοξεν εὖ ἔχειν, Διοσπολίταις μὲν ἕτερον αἱρεῖσθαι ἐπίσκοπον, Μάξιμον δὲ ἐν Ἱεροσολύμοις μεῖναι, καὶ Μακαρίῳ συνιερᾶσθαι: μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν, ἡγεῖσθαι

169
τῆς ἐκκλησίας. Ἰστέον μέντοι ὡς οἱ τάδε ἠκριβωκότες, κατὰ γνώμην Μακαρίου γενέσθαί τε καὶ σπουδασθῆναι τῷ πλήθει ταῦτα, ἰσχυρίζονται: φασὶ γὰρ αὐτὸν μεταμεληθῆναι ἐπὶ τῇ Μαξίμου χειροτονίᾳ, ἐπιλογισάμενον ὡς ὀρθῶς περὶ Θεοῦ δοξάζων, καὶ διὰ τὴν ὁμολογίαν τῷ λαῷ κεχαρισμένος,

ἀναγκαίως φυλακτέος ἐστὶν εἰς τὴν αὐτοῦ διαδοχήν. Ἑδεδίει γὰρ μὴ τελευτήσαντος αὐτοῦ, καιρὸν εὑρόντες οἱ ἀμφὶ τὸν Εὐσέβιον καὶ Πατρόφιλον, οἱ δὴ τὰ Ἀρείου φρονοῦντες, ὁμοδόξῳ τὸν ἐνθάδε θρόνον ἐπιτρέψουσιν. Ἐπεὶ καὶ Μακαρίου περιόντος, νεωτερίσαι ἐπεχείρησαν: ἀφορισθέντες δὲ παῤ αὐτοῦ, διὰ τοῦτο ἡσυχίαν ἦγον.