Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ Ἑλένης τῆς τοῦ βασιλέως μητρὸς, καὶ ὡς εἰς Ἱεροσόλυμα παραγενομένη ναοὺς ᾠκοδόμησε, καὶ ἀλλὰ θεοφιλῆ διεπράξατο ἔργα: καὶ περὶ τῆς αὐτῆς τελευτῆς.

Ἀμφὶ δὲ τοῦτον τὸν χῶρον, προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ Θεῷ, προσέταξε τοῖς τῇδε ἄρχουσι, προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. Ἐν μέρει δὲ καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ, δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ, ἀμφὶ τὸ τῆς γεννήσεως Χριστοῦ σπήλαιον: τὸν δὲ, πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν Ἐλαιῶν,

108

ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη. Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν: οὐχ ἥκιστα δὲ καὶ τόδε. Λέγεται γὰρ αὐτὴν τότε ἐν Ἱεροσολύμοις διατρίβουσαν, συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους, καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα, καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν, καὶ τ̓ ἄλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας.

Τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιϊοῦσα, τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε: πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας, πλουσίους ἐποίησε: πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε: τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. Καί μοι δοκεῖ τούτων ἀξίως ἀπειληφέναι τὰς ἀμοιβάς.

Καὶ τὴν μὲν ἐνταῦθα βιοτὴν, ὡς οὐ πλέον ἐνεδέχετο, λαμπρῶς καὶ λίαν ἐπισήμως διήνυσε: σεβαστή τε ἀνεκηρύχθη, καὶ εἰκόνι ἰδίᾳ χρυσοῦν νόμισμα κατεσήμανε: καὶ βασιλικῶν θησαυρῶν ἐξουσίαν

109
παρὰ τοῦ παιδὸς λαβοῦσα, κατὰ γνώμην ἐχρῆτο. Ἐπειδὴ δὲ ἔδει τὸν τῇδε καταλιπεῖν βίον, εὐκλεῶς ἐτελεύτησεν: ἔτη μὲν ἀμφὶ τὰ ὀγδοήκοντα γεγονυῖα, τὸν παῖδα καταλιποῦσα ἅμα Καίσαρσιν αὐτῆς ἐκγόνοις, πάσης τῆς Ῥωμαίων οἰκουμένης ἡγούμενον.

Εἰ δέ τις ἐστὶ καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν: ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν, τὴν ἐπὶ Βιθυνίας πόλιν, καὶ ἐτέραν παρὰ Παλαιστινοῖς, ἀπ̓ αὐτῆς λαβούσας τὴν προσηγορίαν. Ταῦτα μὲν ἡμῖν ὧδε περὶ Ἑλένης εἰρήσθω.