Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ

163
Ἀρείου καὶ Μελετίου φρονοῦντες: ἀεὶ μὲν ἐπιβουλεύσαντες,

οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δόξαντες. Τὰ μὲν οὖν πρῶτα δἰ ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος, δέχεσθαι τοὺς περὶ Ἄρειον: εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει. Ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας, καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς ὁ βασιλεὺς προσδέξηται τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ παράσχῃ. Ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο,

οὐκ εἰς μακρὰν ἐρῶ. Ἐν δὲ τῷ τότε, πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι, ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. Οἱ μὲν γὰρ, τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας, καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας: οἱ δ̓ αὖ πάλιν, ὡς Ἑλληνιστὰς τοὺς ἑτέρους ἐξετρέποντο, καὶ πολυθεΐας εἰσάγειν διέβαλλον.

Κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα, Εὐσέβιός

164
τε ὁ Παμφίλου, καὶ Εὐστάθιος ὁ Ἀντιοχεύς. Ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ Θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν: ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες, ἀλλήλους διέβαλλον. Καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο τὸν Εὐσέβιον, εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα: ὁ δὲ, ταῦτα μὲν ἐπαινεῖν φησίν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.

Περὶ τῆς Ἀντιοχείας συνόδου: καὶ ὅτι ἀδίκως καθῃρέθη Εὐστάθιος, καὶ Εὐφρόνιος τὸν θρόνον λαμβάνει. Καὶ οἷα ὁ Μέγας Κωνσταντῖνος ἔγραψε τῇ συνόδῳ, καὶ Εὐσεβίῳ τῷ Παμφίλου, παραιτησαμένῳ τῇ Ἀντιοχείᾳ.

Συνόδου δὲ ἐν Ἀντιοχείᾳ γενομένης, ἀφαιρεῖται Εὐστάθιος τὴν Ἀντιοχέων ἐκκλησίαν: τὸ μὲν ἀληθὲς, ὡς πολὺς ἔχει λόγος, καθότι τὴν ἐν Νικαίᾳ πίστιν ἐπῄνει, καὶ τοὺς ἀμφὶ τὸν Εὐσέβιον καὶ Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἵποντο,

165
οἷά γε τὰ Ἀρείου φρονοῦντας ἀπεστρέφετο καὶ φανερῶς διέβαλλε:

πρόφασιν δὲ, ὡς οὐχ ὁσίαις πράξεσι τὴν ἱερωσύνην αἰσχύνας ἐφωράθη. Μεγίστη δὲ διὰ τὴν αὐτοῦ καθαίρεσιν ἀνεκινήθη στάσις κατὰ τὴν Ἀντιόχειαν: ὡς μικροῦ δεῖν ξιφῶν ἅψασθαι τὸ πλῆθος, καὶ πᾶσαν κινδυνεῦσαι τὴν πόλιν. Ἔβλαψε δὲ αὐτὸ τοῦτο οὐ μετρίως αὐτὸν πρὸς βασιλέα. Ὡς γὰρ ἔγνω ταῦτα συμβεβηκέναι, καὶ τὸν λαὸν τῆς ἐκκλησίας εἰς δύο διῃρῆσθαι, σφόδρα ἐχαλέπαινε, καὶ ἐν ὑπονοίᾳ αὐτὸν εἶχεν, ὡς αἴτιον τῆς στάσεως. Πέμπει δ̓ ὅμως τινὰ τῶν ἀμφ̓ αὐτὸν λαμπρῶς στρατευομένων, ἐντειλάμενος εἰς δέος καταστῆσαι τὸ πλῆθος, καὶ δίχα ταραχῆς καὶ βλάβης καταπαῦσαι τὴν στάσιν.

Λογισάμενοι δὲ οἱ καθελόντες Εὐστάθιον, οἳ δὴ τούτου χάριν εἰς Ἀντιόχειαν συνηγμένοι ἐτύγχανον, ὡς εἰ τῶν ὁμοδόξων αὐτοῖς προστήσαιντό τινα τῆς ἐνθάδε ἐκκλησίας βασιλεῖ γνώριμον, καὶ ἐπὶ λόγων ἐπιστήμῃ εὐδόκιμον, ῥᾳδίως ἕξουσι πειθομένους τοὺς ἄλλους, εὖ ἔχειν ἐνόμισαν ἐπιτρέψαι τὸν Ἀντιοχέων

166
θρόνον Εὐσεβίῳ τῷ Παμφίλου. Καὶ γράφουσι περὶ τούτου τῷ βασιλεῖ, δηλώσαντες καὶ τῷ λαῷ ὑπερφυῶς τοῦτο κεχαρισμένον εἶναι. Ὧδε γὰρ ἐξῄτησαν καὶ ὅσοι τοῦ κλήρου καὶ τοῦ πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον.

Ὅ γε μὴν Εὐσέβιος ἔγραψε τῷ βασιλεῖ παραιτούμενος. Ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς: νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε, τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας, ἐπισκοπὴν ἄλλην μὴ μετιέναι: ἔγραψε δὲ καὶ τῷ λαῷ καὶ αὐτῷ Εὐσεβίῳ, ἀποδεχόμενος αὐτὸν τῆς γνώμης, καὶ μακάριον ἀποκαλῶν, ὡς οὐ μιᾶς πόλεως ἀλλὰ πάσης τῆς οἰκουμένης ὄντα ἄξιον ἐπισκοπεῖν.

Ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς Ἀντιοχέων ἐκκλησίας, περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παῤ ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν.

Ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ

167
συνόδῳ διεπέμψατο: καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν: ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πειθόμενος, Εὐφρόνιον Καππαδόκην πρεσβύτερον, καὶ Γεώργιον Ἀρεθούσιον, ἐκέλευσε τούτων ὃν ἂν κρίνωσιν, ἢ ἕτερον ὃς ἄξιος, φησὶ, φανείη, χειροτονῆσαι τῆς Ἀντιοχέων ἐκκλησίας προστάτην.

Ἐπεὶ δὲ τὰ βασιλέως ἐδέξαντο γράμματα, Εὐφρόνιον ἐχειροτόνησαν. Εὐστάθιος δὲ, ὡς ἐπυθόμην, ἡσυχῆ τὴν συκοφαντίαν ἤνεγκεν, ὧδέπη κρίνας ἄμεινον: ἀνὴρ τά τε ἄλλα καλὸς καὶ ἀγαθὸς, καὶ ἐπὶ εὐγλωττίᾳ δικαίως θαυμαζόμενος, ὡς ἐκ τῶν φερομένων αὐτοῦ λόγων συνιδεῖν ἐστὶν, ἀρχαιότητι φράσεως καὶ σωφροσύνῃ νοημάτων, καὶ

168
ὀνομάτων κάλλει, καὶ χάριτι ἀπαγγελίας εὐδοκιμούντων.