Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὅτι οἱ Ἀρειανοὶ καὶ Μελετιανοὶ περιφανῆ ἐποίησαν Ἀθανάσιον. Καὶ περὶ Εὐσεβίου, καὶ ὅπως ἀπεπειρᾶτο Ἀθανάσιος δέξασθαι Ἄρειον: καὶ περὶ τῆς λέξεως τοῦ ὁμοουσίου: ὅπως μάλιστα τῶν ἄλλων ὁ Παμφίλου Εὐσέβιος, καὶ Εὐστάθιος ὁ Ἀντιοχείας ἐστασίαζον.

Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ

163
Ἀρείου καὶ Μελετίου φρονοῦντες: ἀεὶ μὲν ἐπιβουλεύσαντες,

οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δόξαντες. Τὰ μὲν οὖν πρῶτα δἰ ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος, δέχεσθαι τοὺς περὶ Ἄρειον: εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει. Ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας, καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς ὁ βασιλεὺς προσδέξηται τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ παράσχῃ. Ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο,

οὐκ εἰς μακρὰν ἐρῶ. Ἐν δὲ τῷ τότε, πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι, ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. Οἱ μὲν γὰρ, τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας, καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας: οἱ δ̓ αὖ πάλιν, ὡς Ἑλληνιστὰς τοὺς ἑτέρους ἐξετρέποντο, καὶ πολυθεΐας εἰσάγειν διέβαλλον.

Κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα, Εὐσέβιός

164
τε ὁ Παμφίλου, καὶ Εὐστάθιος ὁ Ἀντιοχεύς. Ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ Θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν: ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες, ἀλλήλους διέβαλλον. Καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο τὸν Εὐσέβιον, εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα: ὁ δὲ, ταῦτα μὲν ἐπαινεῖν φησίν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.