Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἀπέπεμψεν. Εὔκαιρον δὲ τότε νομίσας, παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανοὺς, ἔγραψε πρὸς αὐτὸν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χαρὶν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ̓ αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας. Ἐπεὶ καὶ τῷ τρόπῳ, φησὶ, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἐστὶν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν Θεοῦ ἀρκοῦνται. Οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις: μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ, πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ: ὥς τε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας.

Ἔπειτα δὲ τῆς περὶ τὸ δόγμα προνοίας, ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεῖον ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. Αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ, ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος, τὴν πᾶσαν Ῥωμαίων οἰκουμένην ὑφ̓ ἑαυτὸν ἐποιήσατο: καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους

154
μαχόμενος: καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν: ἀλλὰ ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον,

τῶν οἰκείων στρατευμάτων προηγούμενον, καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. Ὁ δὲ Οὐαλλεριανὸς, ἐφ̓ ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν: ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε: παῤ ὧν αἰχμάλωτος ληφθεὶς,

ἐλεεινῶς τὸν βίον κατέπαυσε. Τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος, ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. Πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανοὺς, Ῥωμαίους καὶ ἀλλοφύλους.

Ὅτι οἱ περὶ Ἄρειον βιβλίον δόντες συμφρονεῖν τῇ ἐν Νικαίᾳ συνόδῳ, τοὺς οἰκείους θρόνους ἀπέλαβον, Εὐσέβιός τε καὶ Θεόγνιος.

Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου, Ἄρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος, ἀνεκλήθη:

155
Ἀλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. Ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη,

ὡς ἐν καιρῷ λελέξεται. Οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας, Ἀμφίωνα τὸν ἀντ̓ αὐτοῦ χειροτονηθέντα ἐκβαλὼν, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. Ἀνεκλήθησαν δὲ, μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις διδόντες:

Ἤδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ὀφείλομεν σιωπᾷν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. Ἀλλ̓ ἐπειδὴ ἄτοπον καθ̓ ἑαυτῶν διδόναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης,

μηδαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες. Ὑπομνήσαντες δὲ ἐπὶ τῇ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες, καὶ πληροφορήσαντες

156
τοὺς δἰ ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημῃνάμεθα τῇ πίστει: τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ̓ ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παῤ αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι μὴ τοιοῦτον εἶναι.

Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παῤ ὑμῶν ἠκριβωμένοις, καὶ διὰ τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι.

Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκολουθοῦντας τοῖς παῤ ὑμῖν κεκριμένοις καὶ ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύεσθαι,

καὶ ἀνακαλέσασθαι. Ἄτοπον δέ τι δοκοῦντες εἶναι ὑπευθύνου ἀνακεκλημένου, καὶ ἀπολογησαμένου

157
ἐφ̓ οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾷν καθ̓ ἑαυτῶν ἐνδόντας τὸν ἔλεγχον. Καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ̓ ἡμῖν. Ὧδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν, καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον.