Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ τῶν ὑπὸ Σαβώρου ἀναιρεθέντων Χριστιανῶν ἐν Περσίδι.

Ὧδε μὲν Οὐσθαζάνης ἐνδοξοτάτην βιοτὴν ἐνθάδε κατέλιπε. Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ, εὐχαριστήρια περὶ αὐτοῦ τῷ Θεῷ ηὔξατο. Τῇ δὲ ἑξῆς ἡμέρᾳ, ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ̓ ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἡ ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται, καὶ τὸν Συμεώνην ἐψηφίσατο ὁ βασιλεὺς ξίφει ἀναιρεθῆναι. Προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια, γενναίως μάλα διελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος, καὶ οὔτε αὐτὸν, οὔτε τὸν ἥλιον προσκυνῆσαι ἠνέσχετο.

Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, ὁμοίως ἀναιρεθῆναι

141
προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες: τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην, τὸν πάντων θάνατον θεασάμενον. Ἦσαν δὲ τούτων οἱ μὲν, ἐπίσκοποι: οἱ δὲ, πρεσβύτεροι, καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων.

Ὡς δὲ πάντες τὴν ἐπὶ θανάτῳ ἤγοντο, παραγενόμενος ὁ μέγας ἀρχιμάγος, ἤρετο αὐτοὺς εἰ βούλοιντο ζῇν, καὶ βασιλεῖ παραπλησίως θρησκεύειν, καὶ τὸν ἥλιον σέβειν. Οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο,

καὶ περὶ τὴν σφαγὴν τῶν μαρτύρων ἐπόνουν. Συμεώνης δὲ παρεστηκὼς αὐτοῖς ἀναιρουμένοις, παρεκελεύετο θαρρεῖν: καὶ περὶ θανάτου, καὶ περὶ ἀναστάσεως, καὶ περὶ εὐσεβείας διελέγετο: καὶ ἐκ τῶν ἱερῶν γραφῶν πιστούμενος, ἐδείκνυ ζωὴν μὲν ἀληθῶς εἶναι τὸ ὧδε ἀποθανεῖν: τὸ δὲ διὰ δειλίαν προδοῦναι Θεὸν, ὁμολογουμένως θάνατον: μετ̓ οὐ πολὺ γὰρ, καὶ μηδενὸς ἀποκτείνοντος, αὐτομάτως τεθνήξονται:

142
τοῦτο γὰρ ἄφυκτον παντὶ τικτομένῳ τέλος. Τὰ μετὰ ταῦτα δὲ διηνεκῆ ὄντα, οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἀπαντήσει: ἀλλ̓ ὡς ἀπὸ στάθμης τινὸς, ἀκριβῆ λόγον δώσουσι τῆς ἐνθάδε βιοτῆς. Καὶ ἀθανάτους ὧν ἕκαστος εὖ ἐποίησε τὰς ἀμοιβὰς λήψεται, καὶ τὰς εὐθύνας τῶν ἐναντίων ὑφέξει. Μεῖζον δὲ πάντων ἐν ἀγαθοῖς καὶ μακαριώτατον,

ὑπὲρ Θεοῦ ἑλέσθαι ἀποθανεῖν. Τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαΐων προθύμως πρὸς τὴν σφαγὴν ἐχώρει. Ἐπεὶ δὲ τοὺς ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε, καὶ Ἀβεδεχαλάαν καὶ Ἀναννίαν. Ἀμφότεροι δὲ, γηραλέοι πρεσβύτεροι τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας, ἅμα αὐτῷ συνελήφθησαν, καὶ ἐν δεσμοῖς ἦσαν.

143