Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Νόμος ἦν Ῥωμαίοις παλαιὸς, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν τῶν ἴσων ἀξιοῦσθαι κωλύων τοὺς ἀγάμους τοῖς μὴ τοιούτοις, περὶ ἄλλα τε πολλὰ, καὶ τὸ μηδὲν κερδαίνειν ἐκ διαθήκης τοὺς μὴ γένει ἐγγυτάτω προσήκοντας: τοὺς δὲ ἄπαιδας ζημιῶν τὸ ἥμισυ τῶν καταλελειμμένων.

Ἔθεντο δὲ τοῦτον οἱ πάλαι Ῥωμαῖοι,

44
πολυάνθρωπον ἔσεσθαι τὴν Ῥώμην καὶ τὴν ὑπήκοον οἰόμενοι, καθότι οὐ πρὸ πολλοῦ τοῦ νόμου, ἔτυχον ἀποβαλόντες τὰ σώματα ἐν ἐμφυλίοις πολέμοις.

Ὁρῶν οὖν ὁ βασιλεὺς παρὰ τοῦτο χεῖρον πράττοντας τοὺς παρθενίαν καὶ ἀπαιδίαν διὰ Θεὸν ἀσκοῦντας, εὔηθες ἐνόμισεν ἐξ ἐπιμελείας καὶ σπουδῆς ἀνθρώπων δύνασθαι τὸ τούτων γένος αὔξειν, τῆς φύσεως ἀεὶ κατὰ τὴν ἄνωθεν ἐπιμέτρησιν, καὶ φθορὰν καὶ αὔξησιν δεχομένης. Καὶ νόμον τῷ δήμῳ προσεφώνησεν, ὥστε ἐπίσης πάντων τῶν ὁμοίων ἀπολαύειν τοὺς ἀγάμους καὶ ἄπαιδας: οὐ μὴν ἀλλὰ καὶ πλέον ἔχειν ἐνομοθέτησε τοὺς ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ βιοῦντας: ἄδειαν αὐτοῖς δοὺς ἄρρεσί τε καὶ θηλείαις καὶ ἀνήβοις οὖσι διατίθεσθαι,

παρὰ τὸ κοινῇ κρατοῦν ἐν τῇ Ῥωμαίων πολιτείᾳ. Περὶ πάντων γὰρ εὖ βούλεσθαι

45
ᾠήθη, οἷς ἔργον ἀεὶ τὸ θεῖον θεραπεύειν, καὶ φιλοσοφίαν ἀσκεῖν. Ἐπεὶ τούτου χάριν καὶ οἱ πάλαι Ῥωμαῖοι ἀδεῶς διατίθεσθαι τὰς Ἑστιακὰς παρθένους καὶ ἑξαετεῖς οὔσας, ἐνομοθέτησαν. Τεκμήριον δὲ κἀκεῖνο μέγιστον τῆς τοῦ βασιλέως περὶ τὴν θρησκείαν αἰδοῦς.

Τοὺς μὲν γὰρ πανταχῆ κληρικοὺς θέσει νόμου ἀτελεῖς ἀνῆκε: τῶν δὲ ἐπισκόπων ἐπικαλεῖσθαι τὴν κρίσιν ἐπέτρεψε τοῖς δικαζομένοις, ἢν βούλωνται τοὺς πολιτικοὺς ἄρχοντας παραιτεῖσθαι: κυρίαν δὲ εἶναι τὴν αὐτῶν ψῆφον, καὶ κρείττω τῆς τῶν ἄλλων δικαστῶν, ὡσανεὶ παρὰ τοῦ βασιλέως ἐξενεχθεῖσαν: εἰς ἔργον δὲ τὰ κρινόμενα ἄγειν τοὺς ἄρχοντας,

καὶ τοὺς διακονουμένους αὐτοῖς στρατιώτας: ἀμετατρέπτους τε εἶναι τῶν συνόδων τοὺς ὅρους. Εἰς τοῦτο δέ με προελθόντα γραφῆς, ἄξιον μὴ παραλιπεῖν τὰ νενομοθετημένα ἐπ̓ ὠφελείᾳ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένων. Ὑπὸ γὰρ ἀκριβείας νόμων, καὶ

46
ἀκόντων τῶν κεκτημένων, πολλῆς δυσχερείας οὔσης περὶ τὴν κτῆσιν τῆς ἀμείνονος ἐλευθερίας, ἣν πολιτείαν Ῥωμαίων καλοῦσι, τρεῖς ἔθετο νόμους, ψηφισάμενος πάντας τοὺς ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένους ὑπὸ μάρτυσι τοῖς ἱερεῦσι, πολιτείας Ῥωμαϊκῆς τυγχάνειν.

Ταύτης τῆς εὐσεβοῦς ἐφευρέσεως, εἰς ἔτι νῦν ὁ χρόνος φέρει τὸν ἔλεγχον: ἔθους κρατοῦντος τοὺς περὶ τούτου νόμους προγράφεσθαι ἐν τοῖς γραμματείοις τῶν ἐλευθεριῶν. Ὁ μὲν δὴ Κωνσταντῖνος τοιαῦτα ἐνομοθέτει, καὶ διὰ πάντων ἐσπούδαζε τὴν θρησκείαν γεραίρειν: ἦν δὲ καὶ καθ̓ ἑαυτὴν εὐκλεὴς, διὰ τὴν ἀρετὴν τῶν τότε μετιόντων αὐτήν.