Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κωνσταντῖνος δὲ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις, τὴν Χριστιανῶν σέβειν θρησκείαν, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν: θεῖον δὲ νοεῖν μόνον, ὃ καὶ ὄντως ἐστὶ, καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. Τάδε μὲν γὰρ σπουδάζουσιν, ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι: καὶ ἅπερ ἂν ἐγχειρῶσι, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾷν: τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσι, κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν.