Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰστέον δὲ ὅτι τὸν μὲν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ ἀπεφῄναντο: τοὺς δὲ λέγοντας ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοίωτον, ἀπεκήρυξαν, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο.

Ταύτην δὲ τὴν

93
γραφὴν ἐπῄνεσαν Εὐσεβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Σεκοῦνδος ὁ Πτολεμαΐδος τῆς Λιβύης. Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν ἐπισχὼν, ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν.

Ἡ δὲ σύνοδος ἀπεκήρυξεν Ἄρειον καὶ τοὺς ὁμοίως αὐτῷ φρονοῦντας, Ἀλεξανδρείας τε μὴ ἐπιβαίνειν αὐτὸν ἐψηφίσαντο. Οὐ μὴν ἀλλὰ καὶ τὰς λέξεις τῆς αὐτοῦ δόξης ἀπεκήρυξαν, καὶ τὸ βιβλίον ὃ περὶ ταύτης συντάξας Θαλείαν ἐπέγραψε. Τούτου δὲ τοῦ συντάγματος, ὡς ἐπυθόμην, οὐ γὰρ ἐνέτυχον, διαλελυμένος ἐστὶν ὁ χαρακτὴρ, ὡς ἐμφερὴς εἶναι τῇ χαυνότητι τοῖς Σωτάδου ἄσμασιν. Ἰστέον μέντοι, ὡς τῇ Ἀρείου καθαιρέσει οὔτε ἔθεντο, οὔτε ὑπέγραψαν Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαεὺς, καίπερ τῇ γραφῇ τῆς πίστεως συναινέσαντες.