Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ κατὰ Ἀλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν Ἄρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων, πρεσβεύονται πρὸς αὐτούς. Καὶ γράψαντες ὡς ἐπίστευον, ἐζήτουν, εἰ μὲν ὀρθῶς. ἔχει τάδε νομίζειν περὶ Θεοῦ, δηλῶσαι Ἀλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς: εἰ δὲ μὴ, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. Οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. Διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῆ ἐπισκόποις ἡ αὐτὴ γέγονε ζήτησις.

Καὶ οἱ μὲν ἔγραφον πρὸς Ἀλέξανδρον, μὴ προσίεσθαι τοὺς περὶ Ἄρειον, εἰ μὴ τὴν ἑαυτῶν πίστιν ἀποκηρύξουσιν: οἱ δὲ, μὴ τοῦτο ποιεῖν ἐδέοντο. Ἰδὼν οὖν Ἀλέξανδρος πλείστους ἀγαθοῦ βίου προσχήματι σεμνοὺς καὶ πιθανότητι λόγου δεινοὺς συλλαμβανομένους τοῖς ἀμφὶ

76
τὸν Ἄρειον, καὶ μάλιστα Εὐσέβιον τὸν τότε προεστῶτα τῆς Νικομηδέων ἐκκλησίας, ἄνδρα ἐλλόγιμον καὶ ἐν τοῖς βασιλείοις τετιμημένον, ἔγραψε τοῖς πανταχῆ ἐπισκόποις, μὴ κοινωνεῖν αὐτοῖς.

Ἐκ τούτου δὲ ἔτι μᾶλλον ἐπὶ ἑκάτερα ἐξεκαίετο ἡ σπουδὴ, καὶ μείζων, οἷα φιλεῖ, ἀνεκινήθη ἔρις. Ἐπεὶ γὰρ πολλάκις δεηθέντες Ἀλεξάνδρου οἱ ἀμφὶ τὸν Εὐσέβιον οὐκ ἔπεισαν, ὡς ὑβρισμένοι ἐχαλέπαινον, καὶ προθυμότεροι ἐγένοντο κρατῦναι τὸ Ἀρείου δόγμα. Καὶ σύνοδον ἐν Βιθυνίᾳ συγκροτήσαντες, γράφουσι τοῖς πανταχῆ ἐπισκόποις, ὡς ὀρθῶς δοξάζουσι κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἄρειον, παρασκευάσαι δὲ καὶ Ἀλέξανδρον κοινωνεῖν αὐτοῖς.

Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδὴ, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Εὐσέβιον τὸν Παμφίλου ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως: καὶ ἐξαιτεῖ ἅμα τοῖς

77
ἀμφ̓ αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ̓ αὐτοῦ λαὸν,

ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. Εἶναι γὰρ ἐν Ἀλεξανδρείᾳ ἔθος, καθάπερ καὶ νῦν, ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου, τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν, καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. Οἱ δὲ, καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες, ἐψηφίσαντο τῇ Ἀρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον: ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ, καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.