Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν, καὶ τὸ δόγμα ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου, οἱ τότε μετιόντες τὴν μοναστικὴν πολιτείαν. Ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ Θεοῦ ἡ τοιαύτη φιλοσοφία, μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς τεχνολογίας ἀμελεῖ ὡς περιέργου, καὶ

54
τὴν ἐν τοῖς ἀμείνοσι σχολὴν ἀφαιρουμένης, καὶ πρὸς τὸ βιοῦν ὀρθῶς οὐδὲν συλλαμβανομένης.

Μόνη δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα, ἢ μείονα ἐργαζόμενα. Ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα: μόνοις δὲ τοῖς καλοῖς χαίρει. Καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ μὴ δρῶντα δὲ τὸ ἀγαθὸν, φαῦλον νομίζει:

οὐ γὰρ ἐπιδείκνυται ἀρετὴν ἀλλ̓ ἀσκεῖ, παῤ οὐδὲν ποιουμένη τὴν πρὸς ἀνθρώπους δόξαν. Ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς, οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει, οὔτε ταῖς τοῦ σώματος ὑποκατακλίνεται ἀσθενείαις. Θείου δὲ νοῦ δύναμιν κεκτημένη, πρὸς τὸν δημιουργὸν τῶν ὅλων ἀποβλέπει ἀεὶ, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν αὐτὸν σέβει καὶ εὐχαῖς καὶ λιταῖς ἐξιλεοῦται.

Καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη, καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ: μόνα γὰρ μιάσματα

55

ἡγεῖται τὰ ἁμαρτήματα. Κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων, καὶ, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα, οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης, τῆς προαιρέσεως μεθίσταται, οὔτε ὑβριζομένη ἀνιᾶται, οὔτε κακῶς πάσχουσα ἀμύνεται, οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων ἐκπιεζομένη καταπίπτει. Μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾷον, καὶ τὸ ὀλίγων δεῖσθαι δἰ ὅλου τοῦ βίου ἀσκοῦσα, καὶ, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω Θεῷ γινομένη.

Ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη, οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται, οὔτε πέρα τῆς κατεπειγούσης χρείας, τῶν παρόντων προνοεῖ: ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα, καραδοκεῖ τὴν ἐντεῦθεν μακαριότητα, καὶ συντέτακται ἀεὶ πρὸς τὴν εὐδαίμονα

56

λῆξιν. Ἀναπνέουσα δὲ διαπαντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν, αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. Ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως, καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει, καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει.

Ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι: προνοητικὴ φίλων καὶ ξένων ἐστὶ, καὶ τὰ οἰκεῖα, κοινὰ ποιεῖται τῶν δεομένων, καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα, καὶ λυπουμένους παραμυθουμένη: καθόλου δὲ σπουδάζουσα, καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα, λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι, καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίρους παιδεύει, καὶ ὥσπερ φαρμάκοις

57
τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. Λογικὴ γὰρ οὖσα, παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν, καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μὲν, ὥς τινες λέγουσιν, Ἡλίας ὁ προφήτης, καὶ Ἰωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος, ἐν τοῖς κατ̓ αὐτὸν χρόνοις ἱστορεῖ, τοὺς πανταχόθεν Ἑβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρείαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. Οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ διαγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν.

Γράφει γὰρ, ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι, καὶ πράγμασι

58
καὶ ἐπιμιξίαις ἀπαγορεύοντας, ἔξω τειχῶν ἐν μοναγρίαις καὶ ἐν κήποις διατρίβειν: οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερὰ, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν: ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν: καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων: καὶ λοιπὸν, ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι: ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον, καὶ ποτὸν ὕδωρ: γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους,

δἰ ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν ἀσκούσας. Καὶ ὁ μὲν Φίλων ὧδέπη ἱστορῶν, ἔοικεν ὑποφαίνειν τοὺς κατ̓ αὐτὸν ἐξ Ἑβραίων χριστιανίσαντας ἔτι Ἰουδαϊκώτερον βιοῦντας, καὶ τὰ ἐκείνων ἔθη φυλάττοντας.

59
Παῤ ἄλλοις γὰρ οὐκ ἔστιν εὑρεῖν ταύτην τοῦ βίου τὴν διαγωγήν. Ὅθεν συμβάλλω, ἐξ ἐκείνου παῤ Αἰγυπτίοις ἀκμάσαι ταυτηνὶ τὴν φιλοσοφίαν. Ἄλλοι δέ φασιν αἰτίαν ταύτῃ παρασχεῖν τοὺς κατὰ καιρὸν τῇ θρησκείᾳ συμβάντας διωγμούς. Ἐπεὶ γὰρ φεύγοντες ἐν ὄρεσι καὶ ἐρημίαις καὶ νάπαις τὰς διατριβὰς ἐποιοῦντο, ἐθάδες τοῦ βίου τούτου ἐγένοντο.