Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον: οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι, τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. Τῶν δὲ δἰ αὐτοῦ σὺν θείᾳ

48
ῥοπῇ γενομένων τὰ μὲν πλεῖστα, ὥς γε εἰκὸς, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. Ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων:

ἀλλ̓ οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. Φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων, καὶ κλέψαι ἐπιχειρήσαντας, ἐξαπίνης γενέσθαι δεσμίους, μηδενὸς δήσαντος: ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν, πεπεδημένους εὑρεῖν τούτους, καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ, ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν ἅγε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο, καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι.