De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ἀλλʼ ἳνα ταῦτα παρῶμεν διὰ τὸ ξύμφυτον ἡμῖν πάθος τῆς ἀπιστίας, ἀλλὰ τῶν γε ἐθνῶν τινὰ εἰς ἔτι καὶ νῦν ὅπως ξυγ- γένειαν ἔχει πρός τινων ζῴων σύνεσιν τῆς φθέγ- ξεως, οὐδεὶς οἶμαι ἠγνόηκεν. Ἄραβες μὲν κοράκων ἀκούουσιν, Τυρρηνοὶ δʼ ἀετῶν τάχα δʼ ἂν καὶ

126
ἡμεῖς καὶ πάντες ἄνθρωποι συνετοὶ ἦμεν πάντων τῶν ζῴων, εἰ καὶ ἡμῶν τὰ ὦτα δράκων ἔνιψε. δη- λοῖ γε μὴν καὶ τὸ ποικίλον καὶ. διάφορον τῆς φθέγ- ξεως αὐτῶν τὸ σημαντικόν. ἄλλως γοῦν ἀκούεται ὅταν φοβῆται φθεγγόμενα, ἄλλως ὅταν καλῇ, ἄλ- λως ὅταν εἰς τροφὴν παρακαλῇ, ἄλλως ὅταν φιλο- φρονῆται, ἄλλως ὅταν προκαλῆται εἰς μάχην· καὶ τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς καὶ σφόδρα δυσπα- ρατήρητον τὴν παραλλαγὴν εἶναι διὰ τὸ πλῆθος καὶ τοῖς τὸν βίον εἰς τούτων τήρησιν καταθεμένοις. κορώνης γοῦν καὶ κόρακος οἰωνισταὶ ἄχρι τινὸς πλήθους τὸ διάφορον σημειωσάμενοι, τὸ λοιπὸν εἴασαν, ὡς οὐκ ὄν ἀνθρώπῳ εὐπερίληπτον. ὅταν. δὲ πρὸς ἄλληλα φθέγγηται φανερά τε καὶ εὔσημα, εἰ καὶ μὴ πᾶσιν ἡμῖν γνώριμα, φαίνηται δὲ καὶ ἡμὰς μιμούμενα καὶ τὴν Ἐλλάδα γλῶτταν ἐκμαν- θάνοντα καὶ συνιέντα τῶν ἐφεστώτων, τίς οὕτως ἀναιδὴς ὡς μὴ συγχωρεῖν εἶναι λογικά, διότι αὐτὸς οὐ συνίησιν ὧν λέγουσιν; κόρακες γοῦν καὶ κίτται ἐριθακοί τε καὶ ψιττακοὶ ἀνθρώπους μιμοῦνται καὶ μέμνηνται ὧν ἂν ἀκούσωσιν καὶ διδασκόμενοι ὑπα- κούουσι τῷ διδάσκοντι, καὶ πολλοί γε ἐμήνυσαν διʼ ὧν ἐδιδάχθησαν καὶ τοὺς ἁμαρτάνοντας κατὰ τὸν οἶκον. ἡ δʼ Ἰνδικὴ ὕαινα, ἣν κοροκότταν οἱ ἐπιχώριοι καλοῦσι, καὶ ἄνευ διδασκάλου οὕτω φθέγ- γεται ἀνθρωπικῶς, ὡς καὶ ἐπιφοιτᾶν ταῖς οἰκίαις καὶ καλεῖν ὅν ἂν ἴδῃ εὐχείρωτον αὐτῇ, καὶ μιμεῖ- ταί γε τοῦ φιλτάτου καὶ ᾧ ἄν πάντως ὑπακούσειεν ὁ κληθεὶς τὸ φθέγμα· ὡς καίπερ εἰδότας τοὺς Ἰν- δούς διὰ τῆς ὁμοιότητος ἐξαπατᾶσθαι καὶ ἀναλί- σκεσθαι ἐξιόντας τε καὶ πρὸς τὸ φθέγμα ὑπακούον- τας. εἰ δὲ μὴ πάντα μιμεῖται, μηδὲ πάντα εὐμαθῆ
127
τῆς ἡμετέρας, τί τοῦτο; οὐδὲ γὰρ ἄνθρωπος πᾶς εὐμαθὴς ἢ μιμητικὸς οὐχ ὅτι τῆς τῶν ζῴων, ἀλλʼ οὐδὲ πέντε που διαλέκτων τῶν παρʼ ἀνθρώποις. τινὰ δὲ καὶ τῷ μὴ διδάσκεσθαι ἴσως οὐ φθέγγεται ἢ καὶ τῷ ὑπὸ τῶν ὀργάνων τῶν τῆς φωνῆς ἐμπο- δίζεσθαι. ἡμεῖς γοῦν, κατὰ Καρχηδόνα πέρδικος ἐπιπτάντος ἡμέρου, τρέφοντες τοῦτον, τοῦ χρόνου προϊόντος καὶ τῆς συνηθείας εἰς πολλὴν ἡμερότητα αὐτὸν μεταβαλούσης, οὐ μόνον σαίνοντος καὶ θερα- πεύοντος ᾐσθόμεθα καὶ προσπαίζοντος, ἀλλʼ ἤδη καὶ ἀντιφθεγγομένου πρὸς τὸ ἡμέτερον φθέγμα καὶ καθʼ ὅσον ἦν δυνατὸν ἀποκρινομένου, ἀλλοίως ἢ καλεῖν ἀλλήλους εἰώθασιν οἱ πέρδικες. οὔκουν σιω- πῶντος, φθεγξαμένου δʼ ἀντεφθέγξατο μόνον.