Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

4 Προκατάστασίς ἐστιν ἔφοδος πρὸς τὰς ἀποδείξεις ἢ κατασκευὴ τῶν ἀποδείξεων. προκαθιστάμεθα δὲ ἐν τοῖς ζητήμασι τοῖς ἐκ διανοίας ἐξετάσεως· γίνεται δὲ αὕτη τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, [*](489) ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας.

Ἐπειδὴ τοίνυν τοὺς τρόπους τῶν προκαταστάσεων ἀκηκόαμεν καὶ περὶ τῆς χρήσεως ἑκάστου, ἐν ᾧ τουτέστι χρηστέον, εἴπωμεν. ἑαυτῶν τοίνυν τὴν διάνοιαν ἐξετάζομεν, ὁπόταν αὐτὸ ὃ πεποιήκαμεν δοκῇ μὴ ἰσχυρόν, ἀλλὰ μᾶλλον πρὸς τοῦ ἐναντίου, τῇ δὲ διανοίᾳ ἰσχύσωμεν. ἔστω τοίνυν τοῦ γένους τῶν ζητημάτων παράδειγμα νέος πλούσιος ἀφορῶν πρὸς τὴν ἀκρόπολιν καὶ

349
δακρύων, κρινόμενος τυραννίδος ἐπιθέσεως καὶ δημοσίᾳ 4 φεύγων.

Τὴν δὲ τῶν ἀκουόντων γνώμην ἐξετάσομεν, ὅταν ὃ μὲν πεπσιήκασι δοκῇ καθʼ ἡμῶν εἶναι, ἐκ δὲ τῆς ἐξετάσεως τῆς γνώμης ὑπὲρ ἡμῶν φαίνηται πεποιημένον, ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· οἱ Ἀθηναῖοι τυραννευόμενοι ὑπὸ τῶν τριάκοντα ὑπὸ ἑνὸς ἀξιοῦσι τυραννεῖσθαι. ἐξετάσουσι γὰρ οὗτοι τὴν γνώμην τῶν Δακεδαιμονίων πρὸς τὸ χρήσιμον ἑαυτοῖς λέγοντες, ὅτι καὶ αὐτὴν τὴν τυραννίδα κατεστήσατε οὐκ ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλʼ ἐπὶ νουθεσίᾳ μᾶλλον καὶ ἐπανορθώσει τῶν πραγμάτων· διὰ τοῦτο γοῦν καὶ πάντας κατεστήσατε, ὡς ἂν μέτρια εἴη, καὶ ἐπάξεις· εἰ μὲν οὖν ἀπήντηκε τὰ ἐλπισθέντα.

Τὴν δὲ τοῦ ἀντιδίκου γνώμην ἐξετάζειν ὀφείλομεν τότε, ὁπόταν τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν[*]( 490) τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ᾿  ἐκείνου· ἐν πολιορκίᾳ τινὲς δτέπεμεψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθʼ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται εἰ χρὴ δέχεσθαι ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἅνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι  ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοῖς γενομένοις ἀγανακτοῦντες διακωλύσητε

350
4 τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκτοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπʼ ἐπείνου Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν [*]((691)) τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια. ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα [*](491) λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι τέχνῃ καὶ πανουργίᾳτοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο πέπομφε Φίλιππος ψηφισαμένων τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν. πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπʼ αὐτὸν στρατεύειν.

Ἐξ ἀντιπίπτοντος δὲ ἀναιρέσεως ἀντικαθιστάμεθα, ὅταν ᾖ πλείονα τὰ ἀντιπίπτοντα ἐκ τῆς διανοίας τῶν ἀκουόντων, καὶ δέῃ τὰ μὲν ἐν προοιμίοις ἀνελεῖν, τὰ δὲ ἐν καταστάσει ἢ ὅταν ἕν μὲν τὸ ἀντιπῖπτον, ἰσχυρὸν δὲ διʼ ὅλου ἀνθιστάμενον τῷ λόγῳ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἓν μὲν γὰρ τὸ ἀντιπῖπτον τὸ δοκεῖν εὐεργέτην εἶναι Χαρίδημον ἔθηκεν δὲ αὐτὸ καὶ ἔν τε προοιμίοις καὶ ἐν κεφαλαίοις καὶ ἐν καταστάσει.

Ἐκ προσυστάσεως δὲποιησόμεθα κατάστασιν, ὁπόταν μὴ τῷ πρώτῳ κεφαλαίῳ εὐθὺς ἐπιβῶμεν, ἀλλὰ προσυνιστῶμεν

351
αὐτὸ ὡς ἀναγκαῖον ἐν πρώτοις τεθῆναι, καὶ εἰς 4 τὰ μέγιστα διάφορον, οἷον ὅταν νόμιμον ἢ ἄλλο τι μέλλῃς ἐξετάζειν κεφάλαιον πρῶτον, εἶτα μὴ ἔχῃς ἄλλην κατάστασιν μηδὲ διήγησιν, καὶ εἰ βουληθείης τὸ κεφάλαιον προεπισημήνασθαι. γίνεται μὲν γὰρ καὶ διηγήσεως οὔσης [*](492) προσύστασις κεφαλαίου, ὅταν ἰσχυρόν· γίνεται δὲ καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον.

Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ἐκ διορισμοῦ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ  ᾖ.

Προσδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα.

Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπʼ ἐκείνου Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν.

Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· ,,ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρʼ ἄν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· [*](493)

352
4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.

Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν [*]((692)) τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων εἰςφορᾶς.

494 Ἀπὸ ἐπαγγελίας δὲ καθιστάμεθα, ὁπόταν οἱ ἀκούοντες ἐπιζητῶσι τόδε τι κεφάλαιον, δηλονότι τὸ συνέχον, σύ δὲ λέγῃς σπεύδειν μὲν ἐπʼ αὐτὸ καὶ ἡδέως ἂν ἀπʼ αὐτοῦ τὴν ἀρχὴν ποιήσασθαι, εἶναι δὲ ἀναγκαῖον ἄλλα τινὰ πρὸ αὐτοῦ εἰπεῖν, ἢ ὁπόταν δοκῇς μέρει τινὶ τῶν κεφαλαίων ἀσθενὴς εἶναι καὶ λέγῃς μὴ οὕτως ἀσθενῆ δείξειν, ἀλλὰ καὶ ἰσχυρότατα ἢ ὁπόταν τοῦ ἐναντίου

353
δοκοῦντος ἰσχυρίζεσθαί τινι κεφαλαίῳ λέγῃς ἐπαγγελλόλενος, 4 οὐ πρὸς ἐκείνου μᾶλλον ἢ πρὸς ἡμῶν εἶναι.