Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,
  2. ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως
  3. καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·
  4. μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου
  5. ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου
  6. καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως
  7. θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.
  8. Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·
  9. μήτηρ πάναγνος, παρθένος μύστης, κόραι
  10. αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.