Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων
  2. ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,
  3. πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην
  4. τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,
  5. ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,
  6. ὡς ἐκ στόματος μητροπαρθένου κόρης
  7. μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.
  8. Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος
  9. μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους
  10. πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης
  11. στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν
  12. τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι
  13. καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·
  14. εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,
  15. οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·
  16. κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,
  17. μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,
  18. καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,
  19. ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,
  20. οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον