Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον,
- ὡς ξυμπερανθῇ φροντὶς, ἣ κἀμὲ τρύχει.
84
- Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε·
- αὐτὸς γὰρ εἶπεν Υἱὸς, ὅς μοι καὶ μόνος.
- οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν;
- ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ,
- στερρᾶς τ᾿ ἔφυγον τῶν τόκων ἀλγηδόνας,
- Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη,
- καὶ πόλλ’ ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ.
- Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν
- ἐν ἰκρίῳ βλέπουσ’ ἀπῃωρημένον,
- ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ,
- δι’ ὃν τὸ φάος ἡλίου συνεστάλη,
- καὶ τῆς σελήνης τ᾿ ἐσκότασε πᾶν σέλας,
- καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ,
- μνημεῖά τ᾿ ἠνοίγησαν εἰς δεῖγμα κράτους,
- αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου.
- Δέσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου,
- αὐτὸς κἀγὼ τέθηπα , μὴ φέρων βλέπειν
- φρικτὸν θέαμα, Δεσπότην τεθνηκότα,