Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει,
  2. ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει
  3. λώβης παλαιᾶς μητρὸς ἠπατημένης·
  4. ἀλλ’ αὐτὸς ἀλύξαι με πημάτων ἔφη
  5. αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ᾿ ἐμὴν
  6. καὶ γαῖαν οἶκόν θ’, ὃν προδοῦσ’ ἀφίκετο
  7. βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου
  8. ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων,
  9. μετ᾿ ἀνδρὸς, ὃν πρὶν ἥδ’ ἀτιμάσασ’ ἔγνω·
  10. ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
  11. οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος.
  12. Καὶ τοῦδ’ ἕκητι πάνθ’ ὑποστῆναι θέλειν
  13. αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον,
  14. ἤματι τριτάτῳ δ’ ἀνεγρέσθαι τάφου,
  15. μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα.
  16. Εἰδώς τε ταῦτα πάντα πρὶν σαφῶς ἔφη.
  17. Ἤδη δ’ ἔχει ξύμπαντα ταῦτα νῦν τέλος,
  18. λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον,
  19. καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ’, ὡς ἔφη.
  20. Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας