Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη
  2. ὡραιότης ἄρρητός ὑπὲρ πᾶν γένος.
  3. εἰκὼν ἄγραφος ἀγράφου μορφώματος,
  4. πῶς νῦν στυγνάζεις; οὐ φέρω βλέπουσά σε·
  5. πῶς πῶς σιγᾷς νῦν οὐδ’ ὑπανοίγεις στόμα;
  6. Δὸς φθέγμα μοι, δὸς, δὸς παρηγόρημά μοι·
  7. φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον·
  8. ναὶ Τέκνον οἶδα καὶ Θεὸν μου, κἂν φέρῃς
  9. θάνατον οἰκτρὸν ἀθανατίζοντά με,
  10. θάνατον ἀθάνατον ἄγοντα κλέος
  11. καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα.
ΘΕΟΛΟΓΟΣ.
  1. τέτλαθι, παγκοίρανε, μαιμῶσα κλάειν·
  2. ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων,
  3. ὡς παμφάγον νῦν καμβαλὼν οἶτον γένους
  4. ἔκδικος ἔλθῃ , Δεσπότης παντεργάτης,
  5. λέβητι χρυσέῳ δ’ ἔπέψων μοι δέμας
  6. σοφῇ προμηθείᾳ με καινίσῃ ξένως.
  7. λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας
  8. ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης
  9. κοῦρον φίλον θήσειεν ἡβώωντά με’