Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους·
  2. τὸ κατὰ γᾶς θέλω. τὸ κατὰ γᾶς κνέφας
  3. τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.
  4. Δύστηνος, οἷον ἔσχον ἄρτ᾿ ἄλγημ᾿ ἐγὼ,
  5. οὐ τλητὸν οὐδὲ ῥητον, ἀλλ’ ἀπωλόμην.
  6. Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντός ὄμματα
  7. ἕξω παρηγόρημα, μήτηρ παντλάμων;
  8. Ἄλλως σ’ ἄρ’ αὐτὴ, Τέκνον, ἐξεθρεψάμην,
  9. ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
  10. μάτην τ᾿ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
  11. φεύγουσα χεῖρας τῶν φονώντων σοὶ, Τέκνον,
  12. ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;
  13. Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω.
  14. Ἐγώ σ’ ἔτικτον, οἶδα δ’ ὥς σ’ ἐγεινάμην·
  15. ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
  16. ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ᾿ ἐμὲ
  17. καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
  18. ζηλωτὸν ἀνθρώποισιν· οὐδ’ ὄλωλε μοι
  19. ἐλπὶς γλυκεῖα σοῦ, Τέκνον, τεθνηκότος.
  20. Ὦ φθέγμα γλυκὺ, γλυκὺ χάρμα μοι φέρον,