Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ᾤμωξα θ’, οἷον ἔργον ἔστ᾿ εἰργαστέον
  2. τοὐντεῦθεν αὐτοῖς, οἵ σ’ ἀνήρτησαν, Τέκνον,
  3. καραδοκῶ τε πάνθ’, ὅπη προβήσεται.
  4. λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
  5. Τον μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα
  6. ῥᾷον κτενεῖς σὺ καὶ καταβάλῃς μόρον
  7. θᾶττόν τ’ ἀνιὼν τοὺς ἀλάστορας τίσεις·
  8. γυνη δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ·
  9. ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη
  10. κέντροις ἀνίας ἡ τλάμων ὀδύρομαι.
  11. Εἴμ’ εὐκλεὴς μὲν, ἀλλ’ ὅμως ἀπόλλυμαι
  12. στερουμένη σῆς θεσπεσίας μοι θέας.
  13. Ως γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε
  14. ψυχὴν διέφθαρκ’· οἴχομαι γοῦν, τοῦ βίου
  15. χάριν μεθεῖσα κατθανεῖν χρῄζω, Τέκνον ·
  16. καὶ γὰρ ἔρημος ἄπολις τε τρύχομαι,
  17. οὐ μητέρ’, οὐκ ἀδελφὸν οὐδὲ συγγενῆ
  18. μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
  19. Κἂν μὴ τάχιστ᾿ ἴδω σε, πῶς οἴσω , Τέκνον ;
  20. Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.