Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Τέκνον ποθεινὸν, τοῦ δίκην πάσχεις τάδε;
- ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
- ἁγνὰς γὰρ, ἁγνὰς χεῖρας αἱμάτων φέρεις
- ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα,
- ψυχὴν πάναγνον ἄδολον τε καρδίαν.
- Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον;
- οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς,
- φίλος δ’ ἀπόλλυσ’ οὐκ ἄκονθ’ ἑκουσίως
- μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις
- φειδεύμενος τάλανος, ὡς φύγῃ κακὸν,
- κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.
- Τίνος δ’ ἕκητι γῆς ἀποστέλλει Πατὴρ,
- τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι,.
- Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω
- οὐ τλητὸν οὐδὲ λεκτὸν, ἀλλ’ ἀπωλόμην.
- Αἲ αἵ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων·
- αἰ αἰ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι,
- οὐκ ἐξαμαρτὼν αὐτὸς, ἀλλ’ ἁμαρτίας
- πρώτης γυναικὸς ἐξιώμενος βλάβην
- Οἰδ᾿ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ, ὅπως φράσω.