Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Δύστην’· ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ,
  2. τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.
  3. τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;
  4. πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.
  5. Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν
  6. τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς·
  7. οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.
  8. Καὶ παῖδα πῶς ἔτικτον; ὦ θάμβος μέγα·
  9. ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;
  10. πόνους φυγοῦσα πῶς ὀδυνῶμαι κέαρ;
  11. Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο,
  12. ὅτ’ ἦλθεν εὐάγγελος ἀγγέλων τόκον,
  13. φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει
  14. καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;
  15. λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην
  16. πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν
  17. οὐχὶ σφάγιον μηνύουσαν μ’ ἐκτεκεῖν,
  18. ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.
  19. Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ
  20. ψυχῆς ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης,