Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- νῦν γὰρ στόματος φιλίου χρῄζω σέθεν
- φωνῆς ἀκοῦσαι καὶ προσειπεῖν, ὦ Τέκνον.
- Δός μοι, πρὸς αὐτοῦ Πατρός, ὦ Τέκνον, σέθεν,
- σοῦ θεσπεσίου χρωτὸς ἅψασθαι χεροῖν
- ψαῦσαι ποδῶν τε καὶ περιπτύξασθαί σε.
- Φεῦ φεῦ, τί δράσω; καρδία μου δίκεται.
- Ὠ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν φόβον,
- προσέλθατ᾿, ἀσπάσασθε καὶ προσείπατε,
- λάζεσθε χειρὸς δεξιᾶς. Τάλαιν’ ἐγὼ.
- ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
- Αἲ αἴ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
- Γυναῖκες, ὄψιν στυγνὰν ὡς εἶδον τέκνου,
- ποθῶ τεθνάναι, ζῆν δ’ ἔτ᾿ οὐδαμῶς φέρω.
- οἴμοι, τί δράσω; πῶς λάθω λαῶν χέρας;
- ἐχθροὶ γὰρ ἐξίασι πάντα δὴ κάλων,
- κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
- Τί γοῦν τί δράσω; πῶς φύγω τόσους βρόχους;
56
- Οὐκ οἶδ’, ἀδελφὴ φιλτάτη· δέδοικα γὰρ,
- κἀμοὶ κατ᾿ ὄσσων θερμὸν ὡρμήθη δάκρυ.
- ὀπισθόπους δ’ ἔξιθι καὶ σιγῇ βᾶθι.