Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. βραχὺ προβᾶσα Παιδὸς ὄψει σου πάθη
  2. ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
  3. τρέχοντος, ᾡ ξῶντ᾿ ἢ θανόντα νῦν ἴδῃς.
ΘΕΟΤΟΚΟΣ.
  1. Οἴμοι, τί λεύσω; Χερσὶ τῶν ἀλαστόρων,
  2. θεηγενές μοι Τέκνον, ἕλκῃ καὶ φέρεις,
  3. ἐις δεσμά ἦλθες καὶ θέλων ἄγῃ σφίσιν,
  4. ὁ δεσμολύτης τοῦ γένους τῶν δεσμίων.
  5. Ἒ ἒ ἔ·
  6. Ταῦτ᾿ ξυνῳδὰ τοῖς πρὶν ἀγγέλου λόγοις
  7. οὐδ’ ἐλπίσι ξύμφωνα ταῖς ἐμαῖς, Τέκνον.
ΧΟΡΟΣ.
  1. Ἀλλὰ ξυνῳδὰ τοῖς προηγορευμένοις,
  2. οἷς εἶπε παθεῖν χερσὶ τῶν ἀλαστόρων.
ΘΕΟΤΟΚΟΣ.
  1. Αἲ αἰ, τὶ δράσω; καρδία γὰρ οἴχεται.
  2. Πη τίη πορεύῃ, Τέκνον; ὡς ἀπωλόμην·
  3. Ἕχητι τίνος τὸν ταχὺν τελεῖς δρόμον;
  4. Μὴ γάμος αὖθις ἐν Κανᾶ, κἀκεῖ τρέχεις,
  5. ἵν᾿ ἐξ ὕδατος οἰνοποιήσῃς ξένως;
  6. Ἐφέψομαί σοι, Τέκνον, ἢ μενῶ σ’ ἔτι;
  7. Δὸς δὸς λόγον μοι, τοῦ Θεοῦ Πατρός Λόγε,
  8. μὴ δὴ παρέλθῃς σίγα δούλην μητέρα·