Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τοσοῦτον, ὥστε μήποτ᾿ ἐκνεῦσαι πάλιν
  2. μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε ξυμφορᾶς.
  3. Φεῦ τῆς Ἑβραίων, πη προβήσεται, φρενός·
  4. Τί τέρμα τόλμης καὶ θράσους γενήσεται,
  5. εἰ καὶ Θεοῦ τολμῶσι τεκταίνειν φόνον;
  6. καὐτοῦ μὲν οὔ μοι φροντίς· οὐ γάρ που μόρος
  7. κατακρατήσει θανατοῦντος τὸν μόρον·
  8. ἔτικτον αὐτὸν, οἶδα δ’ ὡς ἐγεινάμην
  9. στερρὰς φυγοῦσα τῶν τόκων ἀλγηδόνας·
  10. αὐτοὺς δὲ πενθῶ συμφορᾷ κεχρημένους·
  11. ἔσται γὰρ, ἔσται ποινάτωρ δίκη φόνου,
  12. ὃν δυσσεβεῖς τολμῶσιν ἀνόμως φθόνῳ.
  13. Αἲ αἰ
  14. Οὐ νῦν τὸ πρῶτον, ἀλλὰ πολλάκις φθόνος
  15. ἔβλαψε πολλοὺς, οὐ τόσον δ’, ὅσον φίλους
  16. αὐτοῦ τανῦν βλάψειεν, Ἑβραίων ὄχλον.
ΧΟΡΟΣ.
  1. Τί τούσδε κινεῖς, ἀναμοχλεύεις λόγους;
  2. Ὀλωλέ σοι Παῖς, καὶ κινεῖς πολλοὺς
ΘΕΟΤΟΚΟΣ.
  1. Ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα,.
  2. Σωτῆρα κόσμου σὺ δοκεῖς ὀλωλέναι;