Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οἷον πέπραχας πεπρακὼς εὐεργέτην.
  2. Αὐτός σ’, ἵν ἐλπὶς Παιδὸς εἶναι Πατέρα,
  3. πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
  4. Ἔρρ’, αἰσχροποιέ, φιλίας διαφθορεῦ·
  5. ἀπέπτυσ’, οὐδ’ ἀπόντι σοι δεῖ συλλαλεῖν·
  6. τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται.
  7. Ὠ Παῖ, τί δὴ χρυσοῦ μὲν, ὃς κίβδηλος ᾖ,
  8. τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
  9. ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
  10. οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος,
  11. ἀλλ’ αὐτὸς εἰδὼς ἀγνοεῖν πάντας θέλεις;
  12. Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης·
  13. ἔρρ’ ἔρρε, παγκάκιστε καὶ μιαιφόνε,
  14. ὄλοι’· ἐγὼ δὲ ζῶντα Παῖδ’ ἐπόψομαι,
  15. κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη
  16. κέντροις ἀνίας ἡ παντλάμων δακρύω·
  17. γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν.
ΧΟΡΟΣ.
  1. Αἲ αἲ αἴ·
  2. σίγα, σίγα, Παῖδ’ οὐκέτ᾿ ὄψει ζῶντα σόν.
ΘΕΟΤΟΚΟΣ.
  1. οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβὴ;