Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.
- Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε,
- οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ
- καὶ γῆν ἅπασαν ῥημάτων πλήσει κακῶν,
- ἐπεί μιν ἐσθλὸν ἐπίσταται κτίσις,
- καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων.
- Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,
- ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως,
- φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλε σοι.
- τοιόσδε φανεὶς φῶς ὁρᾶν τολμᾷς, τάλα;
- ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι
- ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν;
- Ὦ κακὸν ἔρνος, οὔποτ᾿ ῥίζης βροτῶν,
- πικρῶν δὲ ῥιζῶν φημί σ’ ἐκπεφυκέναι,
- ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου,
- φθόνου πότμου θ’, ὅσα τε γῆ τρέφει κακά·
- οὐ γὰρ ἐρῶ ποτ’ ἐκ Θεοῦ φῦναί σ’ ἐγὼ,
- εἰδυῖα καίπερ, ὡς τὸ πᾶν προαίρεσις·
- Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.
- Ω δύστροπ’, ὦ κάκιστε καὶ μιαιφόνε,