Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
  2. Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι·
  3. Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας,
  4. ἔσωσέ σ’, ὑπέδειξε φῶς σωτηρίας,
  5. δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων,
  6. μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι
  7. κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.
  8. Ἔθηκεν ἀργύρια πάντα χερσί σου,
  9. ἔκοψε σου πρόφασιν ἀναργυρίας.
  10. Ἔκλεπτες ἀεὶ, μὴ δόκει λεληθέναι,
  11. ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχε σε
  12. λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος,
  13. εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας,
  14. ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας
  15. ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου.
  16. Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθὼν
  17. προύδωκας αὐτὸν, δῶρα δ’ ἐκτήσω φόνου
  18. πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος,
  19. λαβὴν ἂν εἶχες τῶνδ’ ἐρασθῆναι τάχα,
  20. νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον