Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην·
  2. οὐ γὰρ Θεὸς σε σωφρονεῖν ἀναγκάσει·
  3. ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν
  4. τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί.“
  5. Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς
  6. πρὸς αὐτὸν, ὡς εἴρηκα, τὸν λογοπράτην.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί·
  2. οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα·
  3. Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,
  4. ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις·
  5. οὐ γίρ σ’ ἔλαθε, τῶνδ’ ὃς αἴτιος κακῶν.
  6. Ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
  7. σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην ·
  8. σὰ ταῦτα, δαῖμον · τίς γὰρ ἂν ἄλλος ποτὲ
  9. ἔδρασεν ἢ ’βούλευσε δυσμενὴς ἀνήρ ;
  10. Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται,
  11. αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην.
  12. Ἀργυραμοιβὲ, ποῦ συνῄδη σῷ δόλῳ ;
  13. ̓Αρ’ εἰσέτι ζῇς δεινὰ ταῦτ’ εἰργασμένος
  14. οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας;