Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ὅθεν πεποιθώς σ’ ἐν λόγοις ἀμείβομαι
- καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου
- λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
- ἀνθ’ ὧν με πολλῶν ἠξίωσας χαρίτων
- ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων,
- ἐχθρῶν ὁρατῶν ἀοράτων τε πλέον.
- Τέλος δὲ κάμψαιμ’, ὥσπερ ἠρξάμην, βίου,
- πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου
- καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα
- σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις.
- Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις
- καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ·
- Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους,
- πίστει δικαιοῦσά με καὶ χάριτί σου·
- ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ,
- καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω.
- Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε,
- καλλίστα πασῶν παρθένων, ὑπερτάτη,
- Οὐρανιώνων ταγμάτων ὑπέρτερα,
- δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους·