Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω,
  2. ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους,
  3. πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι·
  4. καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει.
  5. Πῶς δ’ εἰσίωμεν τῶν θυρῶν κεκλεισμένων;
  6. Ἤδη δ’ ἔκλυεν ὑπανοίγει τ’ ἠρέμα
  7. Μαρία φίλη, συγκαλεῖ τ’ εἰσιέναι.
  8. Ἀλλ’ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει,
  9. ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους.
  10. Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις
  11. ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν·
  12. αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία.
  13. Οὐκοῦν σίγα κλύωμεν αὐτοῦ Κλεόπα·
  14. πάρεστι καὶ γὰρ, ὡς ὁρῶ, καὶ πόλλ’ ᾄδει
  15. τὸν Δεσπότην φῆναί τε καὶ δράσαι σφίσιν,
  16. ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει.
  17. Ἄ ἄ· σίγα σίγα·
  18. Ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω·
  19. ὄντως μεγίστου θαύματος τόδ’ ἄξιον.
  20. Πῶς πῶς πάρεστι τῶν θυρῶν κεκλεισμένων;