Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Οἵδ’ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους,
- ἀλλ’ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι
- εἶδόν θ’, ἅπερ γ’ ἔκλυες· οὐ χρή τ’ αὐ λέγειν,
- ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος
- ἔκλυον ἱστόρησα τ’, οἶδας παγκάλως.
- Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις
- θάμβει καταπλαγεῖσ’ ἐμοὶ ξυνιέναι
- ξὺν δυσὶν ἄλλαις Μαρτίαις φιλουμέυαις
- ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος.
- εἶδές τε πάντα καὶ σὸν Υἱὸν, ὡς ἔδει.
- Εγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο
- νῦν, ἀπιόντας ὡς πρὸς ἀγρὸν, τόνδ’ ἰδεῖν
- καὶ πάντα μαθεῖν, ὧν μαθεῖν εἶχον πόθου.
- οἱ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι·
- κἀκεῖσ’ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον·
- ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην.
- Ιδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας·
- δράμωμεν οὖν, δράμωμεν, ᾗχι τοὺς φίλους
- τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας.
- Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας,