Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα
  2. καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ
  3. κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα
  4. βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης,
  5. ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων.
  6. Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκὼς, σέ πως
  7. σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ·
  8. οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν.
  9. Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·
  10. οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν·
  11. ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν·
  12. ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ.
  13. Αλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει·
  14. ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,
  15. καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι.
  16. Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας
  17. ἤτοι θανόντες ἢ φάος δεδορκότες,
  18. οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται.
  19. Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε,
  20. ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν.