Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οὐ γὰρ κορείης ἅμμα διέλυσε πως.
  2. Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
  3. Η φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο
  4. τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους;
  5. πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας;
  6. πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος;
  7. πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον,
  8. ὅλος τε παντὶ πρός τ’ ἐμὴν ἦν γαστέρα;
  9. Ταῦτ’ ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ.
  10. Ἡμεῖς δὲ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον,
  11. στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν·
  12. πάντ’ ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι
  13. καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις·
  14. αὐτοί τε συνδραμόντες ὄψονται μάλα.
ΧΟΡΟΣ.
  1. Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ,
  2. θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον
  3. καὶ πάντ’ ἀκριβώσαντες, εἶπον τοῖς φίλοις,
  4. ὡς Μαγδάλ’ εἶπε Μαρία πιστουμένη,
  5. πρώτη δραμοῦσα, πάντ’ ἀπριβωσαμένη
  6. καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου.