Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει,
  2. οὔθ’ οἵδε γ’ ἐξήμαρτον ἀτόλμῳ θράσει,
  3. οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα
  4. ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ.
Ἀρχιερεῖς.
  1. Ο πάνθ’ ἑδραῖος, νῦν κλονῇ τῇ καρδία
  2. καὶ ταῦτα κλύων πάνθ’ ὑποπτεύεις μάτην.
  3. Εἴθ’ ἦσθ’ ἀνὴρ πρόβουλος, ὡς δράσαι χερί·
  4. ἀλλ’ οὐ γὰρ αὐτὸς πάντα δύνασθαι βροτῶν
  5. πέφυκεν, ἄλλῳ δ’ ἄλλο δίδοται γέρας,
  6. σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι·
  7. ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
  8. κλέψαι τ’ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον.
  9. Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Πιλάτος.
  1. Στράτον σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν.
  2. Σὺ πάντ’ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει.
Ἀρχιερεῖς.
  1. Σὺ γοῦν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ,
  2. πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος.
ΑΓΓΕΛΟΣ.
  1. Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα,
  2. τὴν νεχρέγερσιν κατορυσσόντων δόλῳ,
  3. ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνῦσαι.