Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ὡς δ’ οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου
- ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις·
- τηρουμένης γὰρ κειμένου τε τοῦ λίθου,
- ὢ θαῦμα φρικτὸν, ἐξανέστη τοῦ τάφου.
155
- Εα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας.
- Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις,
- ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι.
- Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ.
- Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι·
- πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι,
- ὡς ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων.
- Ἀλλ’ ἀπίωμεν τάχιον· μή σοι δέος.
- Ἐρεῖς δέ · Μύσται τοῦδε νυκτέρῳ ποδὶ ,
- λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
- Ἰώ μοι· ἰὼ, αἴ αἴ·
- Τίς ἐστιν, ὃς θρηνῶν γοῶν τ’ ἔξω στένει;
- Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ,
- ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει.
- Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσα τι·
- τί γὰρ, τί θρηνοῦσ’ ἀλαλάζει καὶ στένει;