Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. γύλλ’ εἴχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον.
  2. Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστὶν, ὦ φίλοι,
  3. δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας.
  4. κἀκεῖνο φασὶν αὐτὸν, ὡς ἐγὼ κλύω,
  5. τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, βροτοῖς,
  6. καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναι ποτὲ
  7. μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος,
  8. θύοιμ’ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
  9. πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.“
Ἀρχιερεῖς.
  1. Σὺ πόλλ’ ὑπνώσας καὶ λαλεῖς ὀνείρατα.
  2. Ἔκλεψαν, ὡς ὑπνώσας, μύσται τὸν νέκυν,
  3. καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον,
  4. ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα·
  5. σιγῶν δὲ τοῦτο δεξιώσεις νῦν λάβῃς·
  6. ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν,
  7. κέν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.
Κουστωδία.
  1. Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων·
  2. ἐγὼ δὲ, καίπερ πρὸς σέθεν κακῶς κλύων,
  3. οὐ φημὶ χρῆναι κατεπαίρεσθαί σ’ ἔτι,
  4. ἀλλ’ ἡσυχάζειν· οὐ γὰρ ἂν ἀνέξεται.