Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους.
- Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι,
- ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως.
- κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις·
- ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω,
- καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν ·
- πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκρέρει;
- Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον,
- ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει,
- ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ.
- Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους,
- εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις.
- Ἀλλ’ ὤ · τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε;
149
- Δέσποινα, μῆτερ Παιδὸς, οὐδέπων οὐδέπω
- ἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ.
- Τίς εἶ σύ; συμφρονῶν; κατ’ εὐφρόνην τε γὰρ
- ἀμβλῶπες αὐγαὶ, κοὔ σε γινώσκω τορῶς
- Εὔνους ἀεί σοι καὶ σφαγέντι σου τέκνῳ,
- τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.
- Νέον τί δ’ ἀγγελεῖς; τί; τάχιστα φράσον.