Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. σιγῇ φέρουσαι πᾶν ὅραμ’ ἄκουσμά τε,
  2. καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα.
ΘΕΟΤΟΚΟΣ.
  1. Μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων
  2. φοβούμεναι τε τῶν βρόχων τὴν ἀγχόνην
  3. νεκροπρεπές θ’ ὡς μνῆμα τόν γ’ αὐτοῦ τρόπον.
  4. τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον,
  5. φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω
  6. καὶ δυσμενεῖ μὲν μηδὲν ἐξεγνωσμένων
  7. εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις·
  8. κακὸν γὰρ οὐδὲν οὐδενὶ, ξυνὸν δέ τι
  9. πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων·
  10. καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ’ οὐ φίλον,
  11. νεκροφρόνων φρόνημα φυγούσαις καλῶς
  12. καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ,
  13. ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως.
  14. Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις
  15. ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων
  16. μηδ’ ἐμφερούσαις μνημόσυνον εἰσέτι
  17. νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι,
  18. ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ