Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ζητούμενος γὰρ οὐκέτ’ ἐστὶν ἐν τάφῳ,
  2. Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος·
  3. ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων,
  4. ἀλλ’ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει·
  5. ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῖν θέλει.
  6. Κενὸν δ’ ἰοῦσαι τὸν τόπον κατίδετε.
  7. Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν
  8. εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ’ ἔφην·
  9. καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ,
  10. ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου,
  11. τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη·
  12. φρουροί θ’ ἅϊδος θύρετρ’ ἀνεῖσαν φόβῳ
  13. λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα
  14. σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεὸν·
  15. τῷ γ’ αὐτόματα δεσμὰ πάντ’ ἀπερράγη.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ καλλιφεγγὲς ἡλίου σέλας τόδε·
  2. πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων.
  3. Πέπτωκεν ἐχθρὸς, Χριστὸς ἀνέστη τάφου.
  4. Ἠοῦς παρούσης τίς ποτ’ ἄρ’ ἡδυτέρα;
  5. τί δ’ ἂν ἐμοὶ γένοιτο χαριέστερον;