Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις.
- Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει.
- Ὠ Τέκνον, ὡ φίλτατον, ω’
- πότ’ ἄρ’ ἐγώ σ’ ἢ ποῦ σ’ ἡ παντλήμων ἴδω;
- Ὠ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους·
- ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
- λιπὼν, ἵν’ ᾄδης χωρὶς ᾤκισται φάους,
- νῦν δ’ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ.
- Ἔλθ’ ἐλθὲ, φάνηθι, προλαβὼν ἠοῦς σέλας.
- Θεὸν Θεὸν σ’ ὀλύμπιον τὰ πάντ’ ἔχει.
141
- Α ἄ
- Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ.
- Τί δῆτ’ ἂν εἴη; μῶν λόχος βέβηκέ πη;
- Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά ·
- θρασὺς γὰρ ὄχλος, νῦν δ’, ἐπεὶ κρατεῖ. θρασύς.
- Τί δῆτ’, ἀδελφὴ, δρῶμεν; οὐ γὰρ εὕρομεν.
- ὡς ἠλπίσαμεν, ἐλπίδων δ’ ἡμάρτομεν.
- Πείθου, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν
- τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις·
- σώζει γὰρ αὐτὸν, ὅστις εὐφρόνως Θεῷ