Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.
ΧΟΡΟΣ.
  1. Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένη
  2. ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφνην στρέφω.
ΜΑΓΔΑΛΗΝΗ.
  1. Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα,
  2. σφοδρᾷ μελήσει καρδίας δεδηγμένη.
  3. Στείχωμεν οὐν τάχιστα τοῦ τύμβου πέλας·
  4. αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων
  5. ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.
ΘΕΟΤΟΚΟΣ.
  1. Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
  2. Πέποιθα πᾶσι δ’ ἡμέραν ἐλευθέραν
  3. ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
  4. Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν
  5. νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι,
  6. οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες
  7. ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν·
  8. αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα,
  9. σαφῆ κελευσμὸν συντρέχειν πρὸς τὸν τάφον.
  10. ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας.
  11. Αἲ αἴ·
  12. Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον,