Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου,
- οὔτ᾿ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος·
- ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ’ ἔχων,
- ἵνα κατειρχθῇ κατ’ ὀφειλὴν εἰς ζόφον.
- Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα
- πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων;
- ὃν καὶ λάφυρ’ ἐκεῖθεν ἑλκύσαι δοκῶ,
- ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε
- κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
135
- Ορθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν·
- πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις·
- σὺν σοὶ δέ μ’ ὄψει καρτεροῦσαν ἐς τέλος.
- Τίς δῆτα φίλων, αἱ πάρεισιν ἐνθάδε,
- τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν;
- τίς ἂν γένοιτο νῦν ἐμὴ δ’ εὐεργέτις;
- μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου,
- φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων.
- Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ’ ὅλων·
- περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους,
- μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.