Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ.
  2. Ἄμμες δὲ, φίλαι, τῇδε μίμνωμεν πέλιν.
ΧΟΡΟΣ.
  1. Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ
  2. μηδ’ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου,
  3. ἀλλ’ ἰέναι μείνωμεν εὐφρόνης κνέφας.
ΘΕΟΤΟΚΟΣ.
  1. Καὶ μὴν ἰδοὺ, πρόεισιν ὄρφνης τὸ κνέφας.
  2. Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων.
  3. Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν
  4. ἐλθὼν μυρίσει τόνδ’ ἀκινδύνως μολών;
  5. κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει
  6. τίν’ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου·
  7. ναὶ ναὶ προσήκει τίν᾿ ἀπιέναι τάχει·
  8. κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον,
  9. βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον·
  10. δέμας νέκυος τοῦ μυρίσαι κατ᾿ ἔθος
  11. ἐλευσόμεσθα· τήνδ’ ἔχω γνώμην ἐγώ.
  12. Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν
  13. τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτῖνα
  14. σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι
  15. τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον