Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἕως τίνος μείνῃς δὲ προσκαθημένη
  2. ἄυπνος, ὄμμα μηδόλως μύουσα σόν;
  3. Ἠὼς, ἰδοὺ, πέφηνε, καὶ λεωφόρον
  4. περιτρέχουσι δῆμος ἄνω καὶ κάτω·
  5. γῆς τ’ ἀναδραμὼν ἥλιος φαεσφόρος
  6. ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
ΘΕΟΤΟΚΟΣ.
  1. Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ
  2. οὐ δεῖ με θρηνεῖν καὶ στένειν καὶ δακρύειν,
  3. ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου;
  4. ὕπνος δ’ ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ;
ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ.
  1. Κἀγὼ μελούσῃ καρδίᾳ λήγουσ’ ὕπνου
  2. κεῖμαι, πεδοστιβὴς γε χαμαιστρωτίᾳ
  3. κοὔτ᾿ ἔβρισ᾿ οὔτ᾿ ἐκοίμισα, σφοδρῶν γόων
  4. σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων.
[*](1840 Rhes. 818. 1845 sq. Bacch. 668 sq. 1850 Rhes. 544 sq. 1851 Rhes. 762. 1852 Rhes. 755. 1853 Rhes. 819.)[*](1838 ἀνέπαυσας VAB. 1839 κὠδυνωμένη V, κὀδυνωμένη ΑΒ, hic rec. m. int. vers. κὀδυρομένη. 1840 στρέφης Μ. 1841 δεινῆς δὲ CM. 1842 μὴ δόλως Μ, μηδ’ ὅλως Bd. μύουσά σου V. 1845 φανεσφόρος Α. 1846 ἀκτῖνας ἐξίησιν Μ. 1847 ἰδοῦσ’ ἐν VAB. 1850 ἐκπέσῃ Μ, ἐμπέσοι Vb. 1851 ἕτερον om. VAB. ὕπνῳ int. vers. et deletum Α. 1852 πεδοστειβῆς Μ. τε ΑΒ. χαμαιστρωτίαι CM, τία VAB. 1853 οὔτ’ ἐκοίμισα VAB, οὔτ’ ἐκοίμισ’ Eur., οὔτε οὔτε CM. 1854 κλείουσα V.)
131
ΘΕΟΤΟΚΟΣ.
  1. Ἔγρεσθ᾿ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε.,
  2. ἔξιτ᾿ , ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν,
  3. ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως·
  4. ἴσως τι μαθήσεσθε καὶ νεώτερον.
  5. Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος
ΧΟΡΟΣ.
  1. Καὶ μὴν ὀπαδῶν νῦν τιν’ εἰσορᾶν δοκῶ